Ancient Greek
1.174.4
Empedocles, Testimonia 1.174.4
Unproofread scanNot analysed yet
31. HIPPOL. Ref. I 3 D. 558. 1’ Ἐ. δὲ μετὰ τούτους [Pythagoreer] γενόμενος καὶ περὶ δαιμόνων φύσεως εἶπε πολλά, ὡς ἀναστρέφονται διοικοῦντες τὰ κατὰ τὴν γῆν, ὄντες πλεῖστοι. οὗτος τὴν τοῦ παντὸς ἀρχὴν Νεῖκος καὶ Φιλίαν ἔφη καὶ τὸ τῆς μονάδος νοερὸν πῦρ τὸν θεὸν καὶ συνεστάναι ἐκ πυρὸς τὰ πάντα καὶ εἰς πῦρ ἀναλυθήσεσθαι. ὡς σχεδὸν καὶ οἱ Στωικοὶ συντίθενται δόγματι ἐκπύρωσιν προσδοκῶντες. (2) μάλιστα δὲ πάντων συγκατατίθεται τῇ μετενσωματώσει οὕτως εἰπὼν ‘ἦτοι —ἰχθύς’ [B 117]. (3) οὗτος πάσας εἰς πάντα τὰ ζῷα