Ancient Greek
1.175.4 to 1.175.6
Empedocles, Testimonia 1.175.4-6
Unproofread scanNot analysed yet
34 GALEN. in Hipp. nat. hom. XV 32 K. Ἐ. ἐξ ἀμεταβλήτων τῶν τεττάρων στοιχείων ἤρειτο γίγνεσθαι τὴν τῶν συνθέτων σωμάτων φύσιν, οὕτως ἀναμεμειγμένων ἀλλήλοις τῶν πρώτων, ὡς εἰ τις λειώσας ἀκριβῶς καὶ χνοῦδὴ ποιήσας ἰὸν καὶ χαλκίτιν καὶ καδμίαν καὶ μίσου μειξείεν, ὡς μηδὲν ἐξ αὐτῶν δύνασθαι μεταχειρίσασθαι χωρὶς ἑτέρου. 35 Aët. II 7,6 (D. 336) Ἐ. ἔλεγε μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδ᾽ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πάντα τοὺς [?]ἀλλήλων μεταλαμβάνειν vgl. Achill. Is. 4 p. 34,20 M. ὁ δὲ Ἐ. οὐ δίδωσι τοῖς στοιχείοις ὡρισμένους τόπους, ἀλλ᾽ ἀντιπαραχωρεῖν ἀλλήλοις φησίν, ὥστε τὴν γῆν μετέωρον φέρεσθαι καὶ τὸ πῦρ ταπεινότερον. 36 ARIST. de gen. et corr. B 3. 330b19 ἔνιοι δ᾽ εὐθὺς τέτταρα λέγουσιν οἷον Ἐ· συνάγει δὲ καὶ οὗτος εἰς τὰ δύο· τῷ γὰρ πυρὶ τὰλλα πάντα ἀντιτίθησιν.