Ancient Greek
1.176.1
Empedocles, Testimonia 1.176.1
Unproofread scanNot analysed yet
συνίωσιν εἰς τὸ ἕν, ἀναγκαίων ἐξ ἑκάστου τὰ μόρια διακρίνεσθαι πάλιν. Ἔ. μὲν οὖν παρὰ τοὺς πρότερον πρῶτος τὴν αἰτίαν διελεῖν εἰσήνεγκεν, οὐ μίαν ποιήσας τὴν τῆς κινήσεως ἀρχὴν ἀλλ᾽ ἑτέρας τε καὶ ἐναντίας. ἐπὶ δὲ τὰ ὡς ἐν ὕλης εἴδει λεγόμενα στοιχεῖα τέτταρα πρῶτος εἶπεν. οὐ μὴν χρήται γε τέτταροι, ἀλλ᾽ ὡς δυοῖν οὐσί μόνοις, πυρὶ μὲν καθ᾽ αὐτό, τοῖς δ᾽ ἀντικειμένοις ὡς μιᾷ φύσει, γῇ τε καὶ ἀέρι καὶ ὕδατι. λάβοι δ᾽ ἂν τις αὐτὸ θεωρῶν ἐκ τῶν ἐπῶν.