Ancient Greek
1.176.6
Empedocles, Testimonia 1.176.6
Unproofread scanNot analysed yet
42. ARIST. de caelo Γ 2. 301ᵃ14 ἐκ διεστώτων δὲ καὶ κινουμένων οὐκ εὐλόγον ποιεῖν τὴν γένεσιν. διὸ καὶ Ἔ. παραλείπει τὴν ἐπὶ τῆς Φιλότητος· οὐ γὰρ ἂν ἠδύνατο συστήσαι τὸν οὐρανὸν ἐκ κεχωρισμένων μὲν κατασκευάζων, σύγκρισιν δὲ ποιῶν διὰ τὴν Φιλότητα· ἐκ διακεκριμένων γὰρ συνέστηκεν ὁ κόσμος τῶν στοιχείων. ὡστ᾽ ἀναγκαῖον γίνεσθαι ἐξ ἑνὸς καὶ συγκεκριμένου.