Ancient Greek
1.176.8 to 1.176.9
Empedocles, Testimonia 1.176.8-9
Unproofread scanNot analysed yet
44. —1 24,2 (D. 320) Ἔ. Ἀναξαγόρας, Δημόκριτος, Ἐπίκουρος καὶ πάντες ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, συγχρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι. γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως· οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι. 45. —1 26,1 (D. 321) Ἔ. οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων. PLUT. de an. procr. 27,2 p. 1026 B ἀνάγκην, ἣν εἰμαρμένην οἱ πολλοὶ καλοῦσιν, Ἔ. δὲ Φιλίαν ὁμοῦ καὶ Νεῖκος.