Ancient Greek
1.184.2.34 to 1.184.2.52
Empedocles, Testimonia 1.184.2.34-52
Unproofread scanNot analysed yet
(<γίνεσθαι δὲ ταῦτα), ἕως ἂν τοῖς μὲν ὑπὸ τοῦ ἐξωθεν φωτὸς ἀποκριθῇ τὸ ὕδωρ, τοῖς δ᾽ ὑπὸ τοῦ ἀέρος τὸ πῦρ. ἑκατέρων γὰρ ἴασιν εἶναι τὸ ἐναντίον. ἄριστα δὲ κεκράσθαι καὶ βελτίστην εἶναι τὴν ἐξ ἀμφοῖν ἴσον συγκειμένην. καὶ περὶ μὲν ὀψεως σχεδὸν ταῦτα λέγει. (9) τὴν δ᾽ ἀκοὴν ἀπὸ τῶν ἔσωθεν γίνεσθαι ψόφων, ὅταν ὁ ἀὴρ ὑπὸ τῆς φωνῆς 30 κινηθεὶς ἠχῇ ἐντὸς. ὥσπερ γὰρ εἶναι κώδυνα τῶν ἴσων [?]ἠχῶν τὴν ἀκοήν, ἣν προσαγορεύει σάρκινον ὄζον [B 99]· κινουμένην δὲ παίζειν τὸν ἄερα πρὸς τὰ στερεὰ καὶ ποιεῖν ἠχον. ὀσφρησιν δὲ γίνεσθαι τῇ ἀναπνοῇ. διὸ καὶ μάλιστα ὀσφραίνεσθαι τούτους, οἷς σφοδρότατή τοῦ ἀσθματος ἡ κίνησις· ὀσμὴν δὲ πλεῖστὴν ἀπὸ τῶν λεπτῶν καὶ τῶν κοῦφων ἀπορρεῖν. περὶ δὲ γεύσεως καὶ ἀφῆς οὐ 35 διορίζεται καθ᾽ ἑκατέραν οὔτε πῶς οὔτε δι᾽ ἃ γίγνονται, πλὴν τὸ κοινὸν ὅτι τῷι ἐναρμόττειν τοῖς πόροις αἰσθήσεις ἐστιν· ἤδεσθαι δὲ τοῖς ὁμοίοις κατὰ τε μόρια καὶ τὴν κράσιν, λυπεῖσθαι δὲ τοῖς ἐναντίοις. ὡσαύτως δὲ λέγει καὶ περὶ φρονήσεως καὶ ἀγνοίας. (10) τὸ μὲν γὰρ φρονεῖν εἶναι τοῖς ὁμοίοις, τὸ δ᾽ ἀγνοεῖν τοῖς ἀνομοίοις, ὡς ἢ ταὐτὸν ἢ παραπλήσιον 40 ὂν τῇ αἰσθήσει τὴν φρόνησιν. διαριθμησάμενος γάρ, ὡς ἕκαστον ἑκάστῳι γνωρίζομεν, ἐπὶ τέλει προσέθηκεν ὡς ᾿ἐκ τούτων —ἀνιῶνται᾿ [B 107]. διὸ καὶ τῷι αἵματι μάλιστα φρονεῖν· ἐν τούτῳι γὰρ μάλιστα κεκράσθαι [ἐστι] τὰ στοιχεῖα τῶν μερῶν. (11) ὅσοις μὲν οὖν ἴσα καὶ παραπλήσια μέμεικται καὶ μὴ διὰ πολλοῦ μηδ᾽ αὐ 45 μικρὰ μηδ᾽ ὑπερβάλλοντα τῷι μερεθεῖ, τούτους φρονιμωτάτους εἶναι καὶ κατὰ τὰς αἰσθήσεις ἀκριβεστάτους, κατὰ λόγον δὲ καὶ τοὺς ἐγγυτάτω τούτων, ὅσοις δ᾽ ἐναντίως, ἀφρονεστάτους. καὶ ὧν μὲν μανὰ καὶ ἄραιὰ κεῖται τὰ στοιχεῖα,