Ancient Greek
1.188.7
Empedocles, Testimonia 1.188.7
Unproofread scanNot analysed yet
95. Aët. IV 9,14 (D. 398) Παρμενίδης, Ἔ. ἐλλείψει τροφῆς τὴν ὄρεξιν. 15. Ἔ. τὰς ἡδονὰς γίνεσθαι τοῖς μὲν ὁμοίοις (ἐκ) τῶν ὁμοίων, κατὰ δὲ τὸ ἐλλείπον πρὸς τὴν ἀναπλήρωσιν, ὥστε τῷ ἐλλείποντι ἡ ὄρεξις τοῦ ὁμοίου. τὰς δ’ ἀλγηδόνας τοῖς ἐναντίοις· ἠλλοτριώσθαι γὰρ πρὸς ἄλληλα ὅσα διαφέρει κατὰ τε τὴν σύγκρισιν καὶ τὴν τῶν στοιχείων κράσιν. V 28 D. 440) Ἔ. τὰς μὲν ὄρέξεις γίνεσθαι τοῖς ζῴοις κατὰ τὰς ἐλλείψεις τῶν ἀποτελούντων ἕκαστον στοιχείων, τὰς δὲ ἡδονὰς ἐξ οἰκείου κατὰ τὰς τῶν συγγενῶν καὶ ὁμοίων κράσεις, τὰς δὲ ὀχλήσεις καὶ τὰς (ἀλγηδόνας ἐξ ἀνοικείου).