Ancient Greek
1.193.3
Empedocles, Testimonia 1.193.3
Unproofread scanNot analysed yet
16. [0 K. ,110-111 St.] HIPPOI. Ref. VII 29. 247, 14 καὶ ἐστὶ πάντων τῶν γεγενημένων τῆς γενέσεως δημιουργὸς καὶ ποιητὴς τὸ Νεῖκος τὸ ὀλέθριον, τῆς δὲ τοῦ κόσμου τῶν γεγενημένων ἐξαρρήσεως καὶ μεταβολῆς καὶ εἰς τὸν ἕνα [sc. κόσμον] ἀποκαταστάσεως ἡ Φιλία· περὶ ὧν ὁ Ἐ. ὅτι ἐστὶν ἀθάνατα δύο καὶ ἀγέννητα καὶ ἀρχὴν τοῦ γενέσθαι μηδέποτε εἰληφότα ἅμα λέγει τοιούτον τινα τρόπον· ‘ἡ γὰρ -αἰών’. τίνων τούτων; τοῦ Νείκου καὶ τῆς Φιλίας.