Ancient Greek
1.200.5 to 1.201.10
Empedocles, Testimonia 1.200.5-1.201.10
Unproofread scanNot analysed yet
οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι αἴσσονται, οὐ πόδες, οὐ θοὰ γοῦν(α), οὐ μήδεα γεννήεντα, ἀλλὰ σφαῖρος ἔην καὶ ἴσος ἑαυτῷ. 30. [66–68 K. ,139–141 St.] 1–3 ARIST. Metaph. B 4. 1000b 12 καὶ ἄμα δὲ αὐτῆς τῆς μεταβολῆς αἴτιον οὐδὲν λέγει ἀλλ’ ἢ ὅτι οὕτως πέφυκεν ‘ἀλλ’ ὅτε δή —ὄρκου’. SIMPL. phys. 1184,12 λέγει δὲ καὶ ταῦτα ’Ε. ἐπὶ τῆς τοῦ Νείκου ἐπικρατείας ‘αὐτὰρ ἐπεὶ —ὄρκου’. αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνιμελέεσσιν ἐθρέφθη 33. [265 K. ,279 St.] PLUT. de amic. multit. 5 p. 95A ἡ μὲν γὰρ (sc. φιλία) συνάγει καὶ συνίστησιν καὶ συνέχει καταπυκνοῦσα ταῖς ὁμιλίαις καὶ φιλοφροσύναις ὡς δ' ὅτ' ὁπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἕδησε . . . κατ' Ἐμπεδοκλέα (τοιαύτην γὰρ ἡ φιλία βούλεται ποιεῖν ἐνότητα καὶ σύμπηξιν), ἡ δὲ πολυφιλία διόττησι. τῶν δὲ τε μισγομένων χεῖτ' ἕθνεα μυρία θνητῶν· 34. [208 K. ,St.] ARIST. Meteor. Δ 4. 381b 31 τὸ γὰρ ὑγρὸν τῷ ξηρῷ αἴτιον τοῦ ὁρίζεσθαι καὶ ἕκαστερον ἕκατέρωι οἷον κόλλα γίνεται, ὥσπερ καὶ Ἐ. ἐποίησεν ἐν τοῖς Φυσικοῖς· ἄλιφτον ὕδατι κολλήσας . . .