Ancient Greek
1.204.3
Empedocles, Testimonia 1.204.3
Unproofread scanNot analysed yet
ἀνταυγεῖ πρὸς Ὀλυμπον ἀταρβήτοισι προσώποις. κυκλωτερὲς περὶ γαῖαν ἐλίσσεται ἀλλότριον φῶς. 46. [189 K. ,155 St.] PLUT. de fac. in orbe lun. 9 p. 925 B der Mond ist vom Himmel sehr weit entfernt, τῆς δὲ γῆς τρόπον τινὰ ψαύει καὶ περιφερομένη πλησίον ἄρματος ὥσπερ ἴχνος ἀνελίσσεται', φησὶν Ἐ. ,ἥ τε περὶ ἄκραν [so die Hdss.] οὐδὲ γὰρ τὴν σκιὰν αὐτῆς ὑπερβάλλει πολλάκις ἐπὶ μικρὸν αἰρομένην τῷι παμμέγεθες εἶναι τὸ φωτίζον. ἀλλ' οὕτως ἔοικεν ἐν χρωὶ καὶ σχεδὸν ἐν ἀγκάλαις τῆς γῆς περιπολεῖν, ὡστ' ἀντιφράττεσθαι πρὸς τὸν ἥλιον ὑπ' αὐτῆς μὴ ὑπεραίρουσα τὸν σκιερὸν καὶ χθόνιον καὶ νυκτέριον τοῦτον τὸν τόπον, ὃς γῆς κληρὸς ἐστι. διὸ λεκτέον οἶμαι θαρροῦντας ἐν τοῖς τῆς γῆς ὅροις εἶναι τὴν σελήνην ὑπὸ τῶν ἄκρων αὐτῆς ἐπιπροσθουμένην [anschließend an B 45?]