Ancient Greek
1.207.1
Empedocles, Testimonia 1.207.1
Unproofread scanNot analysed yet
συνέστη ἀλλήλοις ὥστε δύνασθαι τυχεῖν σωτηρίας. ἐγένετο ζῷα καὶ ἐμεινεν διὰ τὸ ἀλλήλοις ἐκπληροῦν τὴν χρείαν. τοὺς μὲν ὀδόντας τέμνοντάς τε καὶ λεαίνοντας τὴν τροφήν, τὴν δὲ γαστέρα πέττουσαν, τὸ δὲ ἧπαρ ἐξαματοῦν. καὶ ἡ μὲν τοῦ ἀνθρώπου κεφαλὴ τῷ ἀνθρωπίνῳ σώματι συνελθοῦσα σύζεσθαι ποιεῖ τὸ ὅλον, 5 τῷ δὲ τοῦ βοὸς οὐ συναρμόζει καὶ διόλλυται· ὅσα γὰρ μὴ κατὰ τὸν οἰκεῖον συνήλθε λόγον, ἐφθάρη. ARIST. phys. B 7. 198ᵇ29 ὅπου μὲν οὖν ἀπαντα συνέβη ὥσπερ κἂν εἰ ἑνεκά του ἐγίνετο, ταῦτα μὲν ἐσώθη ἀπὸ τοῦ αὐτομάτου συστάντα ἐπιτηδεύως· ὅσα δὲ μὴ οὕτως, ἀπώλετο καὶ ἀπόλλυται, καθάπερ Ἐ. λέγει τὰ ‘βουγενῆ ἀνδρόπρωιρα’.