Ancient Greek
1.212.1
Empedocles, Testimonia 1.212.1
Unproofread scanNot analysed yet
84. [302—311 K. ,316—324 St.] 1—11 ARIST. de sens. 2 p. 437ᵇ 23 Ἐ. δ᾽ ἐοικε νομίζοντι ὅτε μὲν ἐξιόντος τοῦ φωτός, ὥσπερ εἴρηται πρότερον, βλέπειν. λέγει γοῦν οὕτως· ᾿ὡς —ἡεν᾿, ὅτε μὲν οὕτως ὁρᾶν φησιν, ὅτε δὲ ταῖς ἀπορροίαις ταῖς ἀπὸ τῶν ὁρωμένων. ALEX. z. d. St. p. 23, 8 Wendl. καὶ πρῶτόν γε παρατίδεται αὐτοῦ τὰ ἔπη. δι᾽ ὧν ἱγείται καὶ αὐτὸς πῦρ εἶναι τὸ φῶς καὶ τοῦτο ἐκ τῶν ὀφθαλμῶν προχεῖσθαι τε καὶ ἐκπέμπεσθαι καὶ τοῦτῳ τὸ ὁρᾶν γίνεσθαι. ἀπεικάζει γὰρ διὰ τῶν ἐπῶν τὸ ἐκπεμπόμενον ἀπὸ τῆς ὀμῆως φῶς τῷ διὰ τῶν λυχνοῦχων φωτί. ὡς γὰρ ὁδοιπορεῖν τις νυκτὸς μέλλων λύχνον παρασκευασάμενος ἐντίθησιν εἰς λαμπτήρα ᾿ὁ γὰρ λαμπτήρ τὰ μὲν ἔξωθεν πνεύματα ἀπεῖργει τε καὶ κυλῦει. τοῦ δὲ πυρὸς τὸ λεπτότατον εἰς τὸ ἔξω διήσιν. ὅπερ ἐστὶ φῶς. . οὕτω, φησίν, καὶ ἐν ταῖς μὴ νιγξὶ καθειρῆμένον τὸ πῦρ ὑπὸ λεπτῶν ὑμῆνων περιέχεται, οἱ τὰ μὲν ἔξωθεν προσπίπτοντα λυμαντικὰ τοῦ πυρὸς ἀπεῖργουσι καὶ οὐκ ἐωσιν ἐνοχλεῖν τῇ κόρῃ, τὸ δὲ λεπτότατον τοῦ πυρὸς εἰς τὸ ἔξω διὰσιν. ἀμουργοὺς δὲ τοὺς λαμπτήρας λέγοι ἂν τοὺς ἀπειρκτικούς αὐτὸ τοῦ ἀπερύκειν τὰ πνεῦματα καὶ σκέπειν τὸ περιεχόμενον ὑπ᾽ αὐτῶν πῦρ· ἢ ἀμουργοὺς τοὺς πυκνοὺς καὶ διὰ πυκνότητα ἀπερύκοντας τὰ πνεύματα. ταναδὸν δὲ τὸ πῦρ τὸ διὰ λεπτότητα τεινόμενόν τε καὶ διεκπίπτειν διὰ τῶν πυκνῶν δυνάμενον. κατὰ βηλὸν δὲ κατὰ τὸν οὐρανόν· ᾿Ὦμηρος ᾿ρίπτασκεν τεταγὺν ἀπὸ βηλοῦ, ὅφρ᾽ ἂν ἴκηται γῆν ὀλιγηπελέων᾿ [O 23]. λεπτήισι δὲ ὀδόννησιν ἔχεύατο κύκλοπα κούρην εἶπεν ἀντὶ τοῦ ᾿λεπτοῖς ὑμέσι περιέλαβε τὴν κυκλωτερὴ κόρην᾿, πρὸς τὸ ὄνομα τῆς κόρης χρησάμενος ποιητικῶς ταῖς ὀδόναις ἀντὶ τῶν ὑμῆνων. δεῖξας δὲ αὐτὸν διὰ τούτων τῶν ἐπῶν ταῦτα λέγοντα, προστίθησι τὸ ᾿ὅτε μὲν οὕτως ὁρᾶν φησιν. ὅτε δὲ ταῖς ἀπορροίαις ταῖς ἀπὸ τῶν ὁρωμένων᾿ ἀπορρεῖν τινα. ἂ προσπίπτοντα τῇ ὀμῃ. ὅταν ἐναρμόσῃ τοῖς ἐν αὐτῇ πόροις τῷ εἶναι σύμμετρα. εἴσω τε χωρεῖν καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. ταύτης τῆς δόξης καὶ Πλάτων μνημονεύει ὡς οὔσης ᾿Ἐμπεδοκλέους ἐν Μέμνυνι [A 92 S. 172, 16] καὶ ὁρίζεται κατὰ τὴν δόξαν τὴν ἐκείνου τὸ χρῶμα ἀπορροὴν σωμάτων ὀμῃ σύμμετρον καὶ αἰσθητήν. vgl. A 86 S. 168, 11 ff.