Ancient Greek
1.223.16
Empedocles, Testimonia 1.223.16
Unproofread scanNot analysed yet
116. [69 K. ,232 St.] PLUT. Quaest. conv. IX 5 p. 745 c ὁ δὲ Πλάτων ἄτοπος. ταῖς μὲν αἰδίοις καὶ θείοις περιφοραῖς ἀντὶ τῶν Μουσῶν τὰς Σειρήνας ἐνιδρύων οὐ πᾶνυ φιλανθρώπους οὐδὲ χρηστοὺς δαίμονας, τὰς δὲ Μούσας ἢ παραλείπων παντάπασιν ἢ τοῖς τῶν Μοιρῶν ὀνόμασι προσαγορεύων καὶ καλῶν 25 θυγατέρας Ἄνάγκης. ἄμουσον γὰρ Ἄνάγκη, μουσικὸν δὲ ἡ Πειθώ, καὶ Μοῦσα φιλόδημος οὖσα πολὺ μᾶλλον οἶμαι τῆς Ἐμπεδοκλέους Χάριτος στυγέει δύστλητον Ἄνάγκην.