Ancient Greek
1.232.11
Empedocles, Testimonia 1.232.11
Unproofread scanNot analysed yet
154. [0] PLUT. de esu carn. 1 2 p. 993 C [vielleicht aus Poseidonios vgl. Schmekel Mittelstoa 2884] ἢ τοῖς μὲν πρώτοις ἐκείνοις ἐπιχειρήσασι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι πᾶς εἶναι τὴν ἀπορίαν· οὐ γὰρ ἐπιθυμίας ἀνόμοις συνδιάγοντες οὐδ’ ἐν περιουσίᾳ τῶν ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταύτ’ ἤλθον, ἀλλ’ εἴποιεν ἂν αἴσθησιν ἐν τῷι παρόντι καὶ φωνὴν λαβόντες· ὦ μακάριοι καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς, οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον, ὅσα φύεται ὑμῖν, ὅσα τρυγᾶται, ὅσον πλοῦτον ἐκ πεδίων, ὅσα ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν. ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μαινομένοις. ὑμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον