Ancient Greek
1.235.1
Empedocles, Testimonia 1.235.1
Unproofread scanNot analysed yet
τρίτην εἰς πολιτικοῦ ἢ τινος οἰκονομικοῦ ἢ χρηματιστικοῦ, τετάρτην εἰς φιλοπόνου (ἢ) γυμναστικοῦ ἢ περὶ σώματος ἱασίν τινος ἐσομένου, πέμπτην μαντικὸν βίον ἢ τινα τελεστικὸν ἔξουσαν· ἕκτη ποιητικὸς ἢ τῶν περὶ μίμησιν τις ἄλλος ἀρμόσει, ἑβδόμη δημιουργικὸς ἢ γεωργικός, ὀγδόη σοφιστικὸς ἢ δημοκοπικός, ἐνάτη ὁ τυραννικός. ἐν δὴ τούτοις ἅπασιν ὡς μὲν ἂν δικαίως διαγῇγῃ ἀμείνωνος μοῖρας μεταλαμβάνει, ὡς δ’ ἂν ἀδίκως, χειρόνος. εἰς μὲν γὰρ τὸ αὐτὸ ὅθεν ἥκει ἡ ψυχὴ ἑκάστη οὐκ ἀφικνεῖται ἐτῶν μυρίων (οὐ γὰρ πτεροῦται πρὸ τοσοῦτου χρόνου) πλὴν ἢ τοῦ φιλοσοφήσαντος ἀδύλως ἢ παιδευσαμένου μετὰ φιλοσοφίας, αὗται δὲ τριτῇ περιόδῳ τῇ χιλιετῇ. ἐὰν ἔλυσται τρίς ἐφεξῆς τὸν βίον τοῦτον, οὕτω πτερωθεῖσαι τριοχλιοστῷ ἐτὶ ἀπέρχονται. αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσιν. κρίσεως ἐτυχον. κριθεῖσαι δὲ αἱ μὲν εἰς τὰ ὑπὸ γῆς δικαστήρια ἐλθοῦσαι δίκην ἐκτίνουσιν, αἱ δ’ εἰς τοῦρανοῦ τινα τόπον ὑπὸ τῆς Δίκης κουφισθεῖσαι διάγουσιν ἀείως οὐ ἔν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. τῷ δὲ χιλιοστῷ ἀμφοτέρα ἀφικνουμέναι ἐπὶ κλήρωσιν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου αἱροῦνται ὃν ἂν θέλῃ ἑκάστη· ἐνθα καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται, καὶ ἐκ θηρίου, ὡς ποτε ἄνθρωπος ἦν, πάλιν εἰς ἄνθρωπον.