Ancient Greek
2.172.1
Empedocles, Testimonia 2.172.1
Unproofread scanNot analysed yet
Ἐμπεδοκλῆς, ὡς φησιν Ἱππόβοτος, Μέτωνος ἦν υἱὸς τοῦ Ἐμπεδοκλέους Ἀχραγαντίνου. τὸ δ’ αὐτὸ καὶ Τίμαιος ἐν τῇ πεντεκαίδεκάτῃ τῶν Ἱστοριῶν [FHG I 215 fr. 93] ἐπίσημον ἄνδρα γεγονέναι τὸν Ἐμπεδοκλέα τὸν πάππον τοῦ ποιητοῦ. ἀλλὰ καὶ Ἐρμипπος [FHG III 42 fr. 27] τὰ αὐτὰ τοῦτω φησίν. ὁμοίως Ἡρακλείδης ἐν τῷ Περὶ νόσων [fr. 74 Voss], ὅτι λαμπρὰς ἦν οἰκίας ἱπποτροφηκότος τοῦ πάππου. λέγει δὲ καὶ Ἑρατοσθένης ἐν τοῖς Ὀλυμπιονίκαις τὴν πρώτην καὶ ἑβδομηκοστήν Ὀλυμπιάδα [496] νενικῆναι τὸν τοῦ Μέτωνος πατέρα, μάρτυρι χρῶμενος Ἀριστοτέλει [fr. 71]. Ἀπολλόδωρος δ’ ὁ γραμματικὸς ἐν τοῖς Χρονικοῖς [FHG I 447 fr. 87] φησιν ὡς