Ancient Greek
2.174.1
Empedocles, Testimonia 2.174.1
Unproofread scanNot analysed yet
ὅτι καὶ Ὀμηρικὸς ὁ Ἐμπεδοκλῆς καὶ δεινὸς περὶ τὴν φράσιν γέγονεν, μεταφορητικὸς τε ὢν καὶ τοῖς ἄλλοις τοῖς περὶ ποιητικὴν ἐπιτεύγμασι χρῶμενος· καὶ διότι γράψαντος αὐτοῦ καὶ ἄλλα ποιήματα τὴν τε Ξέρξου διάβασιν καὶ προοίμιον εἰς Ἀπόλλωνα, ταῦθ’ ὑστερον κατέκαυσεν ἀδελφὴ τις αὐτοῦ (ἢ θυγάτηρ, ὡς φησιν Ἱερώνυμος [fr. 24 Hiller]) τὸ μὲν προοίμιον ἀκούσα, τὰ δὲ Περσικὰ βουληθεῖσα διὰ τὸ ἀτελεῖωτα εἶναι. καθόλου δὲ φησι καὶ τραγωιδίας αὐτὸν γράφαι καὶ πολιτικούς· Ἡρακλείδης δὲ ὁ τοῦ Σαραπίωνος ἕτερον φησιν εἶναι τὰς τραγωιδίας. Ἱερώνυμος δὲ τρισὶ καὶ τετταράκοντα φησιν ἐντετυχηκέναι, Νεάνθης [FHG III 6 fr. 21] δὲ νέον ὄντα γεγραφέναι τὰς τραγωιδίας καὶ αὐτῶν ἐπτά ἐντετυχηκέναι. φησὶ δὲ Σάτυρος ἐν τοῖς Βίοις [FHG III 162 fr. 12] ὅτι καὶ ἰατρὸς ἦν καὶ ὡς ἄριστος. Γοργίαν γοῦν τὸν Λεοντῖνον αὐτοῦ γενέσθαι μαθητήν, ἄνδρα ὑπερέχοντα ἐν ῥητορικῇ καὶ τέχνῃ ἀπολελοιπότα· ὃν φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς [FHG I 447 fr. 88] ἐννέα πρὸς τοὺς ἑκατὸν ἔτη βιῶναι. τοῦτόν φησιν ὁ Σάτυρος λέγειν, ὡς αὐτὸς παρεῖη τῷ Ἐμπεδοκλεῖ γοητεύοντι. ἀλλὰ καὶ αὐτὸν διὰ τῶν ποιημάτων ἐπαγγέλλεσθαι τοῦτό τε καὶ ἄλλα πλεῖω, ὧν φησι· ‘φάρμακα —ἀνδρός’ [fr. 111]. φησὶ δὲ καὶ Τίμαιος ἐν τῇ ὀκτωκαιδεκάτῃ [FHG I 215 fr. 94] κατὰ πολλοὺς τρόπους τεθαυμάσθαι τὸν ἄνδρα. καὶ γὰρ ἐτησίων ποτὲ σφοδρῶς πνευσάντων ὡς τοὺς καρποὺς λυμήνασθαι, κελεύσας ὄνους ἐκδαρήναι καὶ ἀκούς ποιῆσαι περὶ τοὺς λόφους καὶ τὰς ἀκρωρείας διέτεινε πρὸς τὸ συλλαβεῖν τὸ πνεῦμα· λήξαντος δὲ Κωλυσανέμαν κληθῆναι. Ἡρακλείδης τε ἐν τῷ Περὶ νόσων [fr. 75 Voss.] φησὶ καὶ Πανσανίαι ὑφηγήσασθαι αὐτὸν τὰ περὶ τὴν ἄπνοιαν. ἦν δ’ ὁ Παυσανίας, ὡς φησιν Ἀρίστιππος καὶ Σάτυρος, ἐφώμενος αὐτοῦ, ᾧ διὴ καὶ τὰ Περὶ φύσεως προσπεφώνηκεν οὕτως ‘Πανσανίῃ —νιέ’ [fr. 1]. ἀλλὰ καὶ ἐπίγραμμα εἰς αὐτὸν ἐποίησεν· ‘Παυσανίην —ἀδύτων’ [fr. 156]. τὴν γοῦν ἄπνοιαν ὁ Ἡρακλείδης [fr. 72 Voss] φησὶ τοιούτον τι εἶναι, ὡς τριάκοντα ἡμέρας συντηρεῖν ἄπνοιαν καὶ ἀσφυκτον τὸ σῶμα· δθεν εἶπεν αὐτὸν καὶ ἱητρὸν καὶ μάντιν, λαμβάνων ἅμα καὶ ἀπὸ τούτων τῶν στίχων· ‘ὦ φίλοι —βάζιν’ [fr. 112]. μέγαν δὲ τὸν Ἀχράγαντα εἰπεῖν φησι [ποταμὸν ἄλλα], ἐπεὶ μυριάδες αὐτὸν κατῴκουν ὁδοῖηκοντα· δθεν τὸν Ἐμπεδοκλέα εἰπεῖν τρυφῶντων αὐτῶν· ‘Ἀχραγαντῖνοι τρυφῶσι μὲν ὡς αὐρίον ἀποθανούμενοι, οἰκίας δὲ κατασκευάζονται ὡς πάντα τὸν χρόνον βιωσόμενοι’. αὐτοὺς δὲ τούτους τοὺς Καθαρμοὺς [ἐν] Ὀλυμπίασι φασιωθῆσαι λέγεται Κλεομένη τὸν φασιωιδόν, ὡς καὶ Φαβωρίνος ἐν Ἀπομνημονεύμασι. φησὶ δ’ αὐτὸν καὶ Ἀριστοτέλης [fr. 66] ἐλεύθε-