Ancient Greek
2.175.2
Empedocles, Testimonia 2.175.2
Unproofread scanNot analysed yet
‘ἄκροτάτης χορυφῆς τύμβος ἄκρος κατέχει.’ τοῦτό τινες Σιμωνίδου φασιν εἶναι. ὕστερον δ’ ὁ Ἐμπεδοκλῆς 66 καὶ τὸ τῶν χιλίων ἀθροίσμα κατέλυσε συνεχῶς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἤν τῶν πλουσίων, ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. 25 ὁ γέ τοι Τίμαιος ἐν τῇ ἱα καὶ ἱβ [FHG om.] (πολλάκις γὰρ αὐτοῦ μνημονεύει) φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν τε τῇ πολιτείᾳ <καὶ ἐν τῇ ποιήσει· ὅπου μὲν γὰρ μέτριον καὶ ἐπιεικῆ> φαίνεσθαι, ὅπου δὲ ἀλαζόνα καὶ φιλάντον [ἐν τῇ ποιήσει]· φησὶ γοῦν· ‘χαίρετ’ —πωλεῦμαι’ καὶ τὰ ἕξης [fr. 112, 30 4. 5]. καθ’ ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασιν, ἐπιστροφῆς ἡξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίγνεσθαι ἐν ταῖς ὁμίλοις τοσαύτην ὅσην Ἐμπεδοκλέους. ὕστερον μέντοι τοῦ Ἀχράγαντος 67 οἰκιζομένου[?] ἀντέστησαν αὐτῷ τῇ καθόδῳ οἱ τῶν ἐχθρῶν ἀπόγονοι· διόπερ εἰς Πελοπόννησον ἀποχωρήσας ἐτελεύτησεν. οὐ παρ’ ἧς δ’ οὐδὲ τοῦτον ὁ Τίμων, ἀλλ’ ᾧδ’ αὐτοῦ καθάπτεται λέγων·