Ancient Greek
2.184.4 to 2.184.6
Empedocles, Testimonia 2.184.4-6
Unproofread scanNot analysed yet
34. GALEN. in Hipp. nat. hom. XV 32 K. Ἐ. ἐξ ἀμεταβλήτων τῶν τεττάρων στοιχείων ἠγεῖτο γίγνεσθαι τὴν τῶν συνθέτων σωμάτων φύσιν, οὕτως ἀναμεμειγμένων ἀλλήλοις τῶν πρώτων, ὡς εἰ τις λειώσας ἀκριβῶς καὶ χνοῦδὴ ποιῆσας ἰὸν καὶ χαλκίτιν καὶ καθμίαν καὶ μίον μεῖξειεν, ὡς μηδὲν ἐξ αὐτῶν δινασθαι μεταχειρίσασθαι χωρὶς ἑτέρου. 35. AET. II 7, 6 [D. 936] Ἐ. ἔλεγε μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδ᾽ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πάντα τοὺς [so Plut. ,Stob. ,1. πάντα πως] ἀλλήλων μεταλαμβάνειν vgl. Achill. p. 34, 20 M. ὁ δὲ Ἐ. οὐ δίδωσι τοῖς στοιχείοις ὡρισμένους τόπους, ἀλλ᾽ ἀντιπαρεχωρεῖν ἀλλήλοις φησίν, ὥστε τὴν γῆν μετέωρον φέρεσθαι καὶ τὸ πῦρ ταπεινότερον. 36. ARIST. de gen. et corr. B 3. 330b 19 ἔνιοι δ᾽ εὐθὺς τέτταρα λέγουσιν οἷον Ἐ. συνάγει δὲ καὶ οὗτος εἰς τὰ δύο· τῷ γὰρ πυρὶ τὰλλα πάντα ἀντιτίθησιν.