Ancient Greek
2.186.3
Empedocles, Testimonia 2.186.3
Unproofread scanNot analysed yet
46. ARISTOT. Phys. A 4. 187ᵃ 20 οἱ δ’ ἐκ τοῦ ἑνὸς ἐνούσας τὰς ἐναντιότητας ἐκκρίνεσθαι, ὥσπερ Ἀναξιμάνδρος φησι καὶ ὅσοι δ’ ἔν καὶ πολλὰ φασιν εἶναι, ὥσπερ Ἔ. καὶ Ἀναξαγόρας. ἐκ τοῦ μείγματος γὰρ καὶ οὗτοι ἐκκρίνουσι τὰλλα. διαφέρουσι δ’ ἀλλήλων τῷ τὸν μὲν [Emp.] περίοδον ποιεῖν τούτων, τὸν δ’ [Anaxag.] ἅπαξ, καὶ τὸν μὲν ἄπειρα τὰ τε ὁμοιομερῆ καὶ τἀναντία, τὸν δὲ τὰ καλούμενα στοιχεῖα [μόνον].