Ancient Greek
2.187.6
Empedocles, Testimonia 2.187.6
Unproofread scanNot analysed yet
56. AET. Π 20, 13 [D. 350] Ἐ. δύο ἡλίους· τὸν μὲν ἀρχέτυπον, πῦρ ὄν ἐν τῷ ἑτέρῳ ἡμισφαίρῳ τοῦ κόσμου, πεπληρωκὸς τὸ ἡμισφαίριον, αἰεὶ κατ’ ἀντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον· τὸν δὲ φαινόμενον, ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαίρῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλωτερῶς τῆς γῆς κατ’ ἀνάκλασιν γιγνομένην [vgl. Plut. zu fr. 44] εἰς τὸν ἥλιον τὸν χρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει τοῦ πυρίνου. ὡς δὲ βραχέως εἰρῆσθαι [συντεμόντα], ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον. 21, 2 [D. 351] ἴσον τῇ γῇ τὸν κατὰ τὴν ἀνταύγειαν.