Ancient Greek
2.188.4 to 2.189.1
Empedocles, Testimonia 2.188.4-2.189.1
Unproofread scanNot analysed yet
61. —II 31, 1 [D. 362] Ἔ. διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τῆς γῆς ἢπερ ἀπὸ τοῦ ἡλίου [sollte heissen: ἀπέχειν τὸν ἥλιον ἀπὸ τῆς γῆς ἢπερ τὴν σελήνην]. 62. HIPPOL. I 4, 3 [D. 558] ὡςπερ ὁ Ἔ. πάντα τὸν καθ' ἡμᾶς τόπον ἔφη κακῶν μεστὸν εἶναι καὶ μέχρι μὲν σελήνης τὰ κακὰ φθάνειν ἐκ τοῦ περὶ γῆν τόπου ταθέντα περαιτέρω δὲ μὴ χωρεῖν ἆτε καθαρωτέρου τοῦ ὑπὲρ τὴν σελήνην παντὸς ὄντος τόπου, οὕτω καὶ τῷ Ἡρακλείτῳ ἐδόξεν. 63. ARIST. Meteor. B 9. 369b 12 (über ἀστραπή) τινὲς λέγουσιν ὡς ἐν τοῖς νέφεσιν ἐγγίνεται πῦρ. τοῦτο δ' Ἔ. μὲν φησιν εἶναι τὸ ἐμπεριλαμβανόμενον τῶν τοῦ ἡλίου ἀκτίνων. AET. III 3, 7 [D. 368] Ἔ. ἐμπιπτῶσι φωτὸς εἰς νέφος ἐξεῖργοντος τὸν ἀνθεστῶτα ἀέρα, οὐ τὴν μὲν σβέσιν [?σβίσιον cf. §3] καὶ τὴν θραύσιν κτύπον ἀπεργάζεσθαι, τὴν δὲ λάμψιν ἀστραπὴν, κεραυνὸν δὲ τὸν τῆς ἀστραπῆς τόνον. 64. OLYMPIOD. in Meteor. A 13. 102, 1 Stüve τί τὸ κινοῦν αὐτοὺς [Winde] λοξὴν κίνησιν; ὅτι οὐ τὸ γεωδὲς καὶ τὸ πυρώδες τὴν ἐναντίαν κινούμενα κίνησιν, ὡς Ἔ. ὥστε, ἀλλ' ὁ κύκλῳ κινούμενος ἀήρ. 65. AET. III 8, 1 [D. 375] Ἔ. καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυννώσει εἰς τὸ ἀνωτέρω βιαζομένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται. λέγει τι εἶναι γλυκὺ ἐν τῇ θαλάττῃ ὕδωρ οὐ πᾶσι δῆλον, τροφίμων δὲ τῶν ἰχθύων. καὶ τὴν αἰτίαν τοῦδε τοῦ ἐν τῇ ἄλμῃ γλυκαινομένου λέγει φυσικήν, ἣν ἐκεῖθεν εἴσεσθε.