Ancient Greek
2.190.1
Empedocles, Testimonia 2.190.1
Unproofread scanNot analysed yet
71. HIPPOCR. de prisc. med. 20 [nach cod. A] λέγουσι δὲ τινες ἰητροὶ καὶ σοφισταί, ὡς οὐκ εἰῆ δυνατὸν ἰητρικὴν εἰδέναι ὅστις μὴ οἶδεν ὅ τί ἐστιν ἄνθρωπος, ἀλλὰ τοῦτο δεῖ [δεῖν?] καταμαθεῖν τὸν μέλλοντα ὀρθῶς θεραπεύειν τοὺς ἀνθρώπους. τείνει δὲ αὐτοῖς ὁ λόγος ἐς φιλοσοφίαν καθάπερ Ἔ. ἢ ἄλλοι, οἱ περὶ φύσιος γεγράφασι, (φασίν), ἐξ ἀρχῆς ὅ τί ἐστιν ἄνθρωπος καὶ πῶς ἐγένετο πρῶτον καὶ ὁπόθεν συνεπάγη· ἐγὼ δὲ τοῦτο μέν, ὅσα τινὶ εἴρηται ἢ σοφιστῇ ἢ ἰητρῶ ἢ γέγραπται περὶ φύσιος ὅσον νομίζω τῇ ἰητρικῇ τέχνῃ προσήκειν ἢ τῇ γραφικῇ. νομίζω δὲ περὶ φύσιος γινώσκειν τι σαφὲς οὐδαμοῦθεν ἄλλοθεν εἶναι ἢ ἐξ ἰητρικῆς.