Ancient Greek
2.191.1
Empedocles, Testimonia 2.191.1
Unproofread scanNot analysed yet
τοῦτο ἤδη τοῦ ἐμφύτου θερμοῦ τῇ πρὸς τὸ ἔκτος ὁρμῇ τὸ ἀερώδες ὑπαναθλίβοντος τὴν ἐκπνοήν, τῇ δ᾽ εἰς τὸ ἔντος [ἔκτος hdss. :corr. Bernardakis] ἀνθυποχωρήσει τῷ ἀερώδει τὴν ἀντεπεισοδον πυρεχομένου τὴν εἰσπνοήν. τὴν δὲ νῦν κατέχουσαν φερομένου τοῦ αἵματος ὡς πρὸς τὴν ἐπιφάνειαν καὶ τὸ ἀερώδες διὰ τῶν ὁνῶν ταῖς ἑαυτοῦ ἐπιρροίας ἀναθλίβοντος κατὰ τὴν ἐκχώρησιν αὐτοῦ γίνεσθαι τὴν ἐκπνοήν, παλινδρομοῦντος δὲ καὶ τοῦ ἀέρος ἀντεπεισιόντος εἰς τὰ διὰ τοῦ αἵματος ἀραιώματα τὴν εἰσπνοήν· ὑπομνήσκει δὲ τὸ ἐπὶ τῆς κλεψύδρας [fr. 100, 9]. Schlechter V 15, 3 [D. 425].