Ancient Greek
2.196.1
Empedocles, Testimonia 2.196.1
Unproofread scanNot analysed yet
το καθαρόν οὐ δύναμεθ' ἀντιβλέπειν. ὥστε ὅσοις ἐνδεέστερον τὸ φῶς, ἧττον ἔχρην ὁρᾶν μεθ' ἡμέραν· ἢ εἴπερ τὸ ὅμοιον συναῖξει, καθάπερ φησί, τὸ δὲ ἐναντίον φθεῖρει καὶ κωλύει, τὰ μὲν λευκὰ μᾶλλον ἔχρην ὁρᾶν ἅπαντας μεθ' ἡμέραν καὶ ὅσοις ἧττον καὶ ὅσοις πλεῖον τὸ φῶς, τὰ δὲ μέλανα νύκτωρ. 5 νῦν δὲ πάντες ἅπαντα μεθ' ἡμέραν μᾶλλον ὁρῶσι πλὴν ὀλίγων ζώων. τοῖς δ' εὐλογον τοῦτ' ἰσχῦεῖν τὸ οἰκεῖον πῦρ, ὥσπερ ἔνια καὶ τῇ χρόῳ διαλάμπει μᾶλλον τῆς νυκτός.