Ancient Greek
2.196.3
Empedocles, Testimonia 2.196.3
Unproofread scanNot analysed yet
ἔτι δὲ τὸ περὶ τὴν ἀπορροήν, καίπερ οὐχ ἰκανῶς λεγόμενον περὶ μὲν 20 τὰς ἄλλας ὅμως ἔστι πῶς ὑπολαβεῖν, περὶ δὲ τὴν ἀφὴν καὶ γεῦσιν οὐ φαιδίων. πῶς γὰρ τῇ ἀπορροῇ χρὴν ὡμεν ἢ πῶς ἐναμοττόν τοῖς πόροις τὸ τραχὺ καὶ 20 τὸ λεῖον; μόνον γὰρ δοκεῖ τῶν στοιχείων τοῦ πυρὸς ἀπορρεῖν, ἀπὸ δὲ τῶν ἄλλων οὐδενός. ἔτι δ' εἰ ἡ φθίσις διὰ τὴν ἀπορροήν, ὥσπερ χρῆται κοινοτάτῳ σημείῳ, συμβαίνει δὲ καὶ τὰς ὀσμὰς ἀπορροῆ γίνεσθαι, τὰ πλεῖστην ἔχοντα ὀσμὴν τάχιστ' ἔχρην φθεῖρεσθαι. νῦν δὲ σχεδὸν ἐναντίως ἔχει· τὰ γὰρ ὀσμοδέστατα τῶν φυτῶν καὶ τῶν ἄλλων ἐστὶ χρονιώτατα. συμβαίνει δὲ καὶ ἐπὶ τῆς 25 Φιλίας ὅλως μὴ εἶναι αἰσθησιν ἢ ἧττον διὰ τὸ συγχρῖνεσθαι τότε καὶ μὴ ἀπορρεῖν.