Ancient Greek
2.197.2
Empedocles, Testimonia 2.197.2
Unproofread scanNot analysed yet
ἄτοπον δὲ καὶ τὸ τὰς δυνάμεις ἑκάστοις ἐγγίνεσθαι διὰ τὴν ἐν τοῖς μορίοις τοῦ αἵματος σύγκρασιν, ὡς ἢ τὴν γλυκύταν αἰτίαν τοῦ εὖ λέγειν (οὖσαν ἢ) τὰς χεῖρας τοῦ δημιουργεῖν, ἀλλ’ οὐχ ὁργάνων ταξὶν ἔχοντα. διὸ καὶ μᾶλλον ἄν τις ἀποδοίη τῇ μορφῇ τὴν αἰτίαν ἢ τῇ κράσει τοῦ αἵματος, ἢ χωρὶς διανοίας ἐστίν· οὕτως γὰρ ἔχει καὶ ἐπὶ τῶν ἄλλων ζῴων. Ἔ. μὲν οὖν ἔοικεν ἐν πολλοῖς διαμαρτάνειν.