Ancient Greek
2.197.5
Empedocles, Testimonia 2.197.5
Unproofread scanNot analysed yet
89. ALEX. quaest. II 23 p. 72, 9 Bruns (vermutlich aus Theophr. Phys. Op.) περὶ τῆς Ἡρακλείας λίθου διὰ τί ἕλκει τὸν σίδηρον. Ἔ. μὲν ταῖς ἀπορροίαις ταῖς ἀπ’ ἀμφοτέρων καὶ τοῖς πόροις τοῖς τῆς λίθου συμμετροῖς οὖσιν ταῖς ἀπὸ τοῦ σιδήρου τὸν σίδηρον φέρεσθαι λέγει πρὸς τὴν λίθον· αἱ μὲν γὰρ τοῦτου ἀπόρροιαι τὸν ἀέρα τὸν ἐπὶ τοῖς τοῦ σιδήρου πόροις ἀπωθοῦσι τε καὶ κινοῦσι τὸν ἐπιψωμιζόμενον αὐτοῖς· τοῦτον δὲ χωρισθέντος ἀθρόαι ἀπορροίαι ῥεοῦσι τὸν σίδηρον ἕπεσθαι· φερομένων δὲ τῶν ἀπ’ αὐτοῦ ἀπορροϊῶν ἐπὶ τοὺς τῆς λίθου πόρους, διὰ τὸ συμμετροὺς τε αὐτοῖς εἶναι καὶ ἐναρμόζειν καὶ τὸν σίδηρον σὺν ταῖς ἀπορροίαις ἕπεσθαι τε καὶ φέρεσθαι [vgl. fr. 91].