Ancient Greek
2.198.2
Empedocles, Testimonia 2.198.2
Unproofread scanNot analysed yet
92 PLATO Meno p. 76 C Βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνομαι ἢ ἂν σὺ μάλιστα ἀκολουθήσῃς; —Βούλομαι· πῶς γὰρ οὔ. —Οὐκοῦν λέγετε ἀπορροὰς τινὰς τῶν ὀντῶν κατ’ Ἐμπεδοκλέα; —Σφόδρα γε. —Καὶ πόρους εἰς οὓς καὶ δι’ ὧν αἱ ἀπορροαὶ πορεύονται; —Πάνυ γε. —Καὶ τῶν ἀπορροῶν τὰς μὲν ἀριόττειν ἐνίοις τῶν πόρων, τὰς δὲ ἐλάττους ἢ μεῖζους εἶναι; —Ἔστι ταῦτα. —Οὐκοῦν καὶ ὅψιν καλεῖς τι; —Ἔγωγε. —Ἐκ τούτων οὖν ἄννες ὁ τοι λέγω’ ἔφη Πίνδαρος, ἔστιν γὰρ χρὸα ἀπορροὴ χρημάτων ὀψει σύμμετρος καὶ αἰσθητός. AET. I 15, 3 [D. 313] Ἔ. χρῶμα εἶναι ἀπεραίνετο τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον. τέτταρα δὲ τοῖς στοιχείοις ἰσαρίθμα, λευκὸν μέλαν ἐρυθρόν ωχρόν.