Ancient Greek
2.198.8
Empedocles, Testimonia 2.198.8
Unproofread scanNot analysed yet
99 PLATO Phaedr. 248 C[Imitation der Καθαρμοί vgl. fr. 115] θεσμός τε Ἀδραστείας ὅδε· ἥτις ἂν ψυχὴ θεῷι ξυνοπαδὸς γενομένη κατῖδη τι τῶν ἀληθῶν, μέχρι τε τῆς ἑτέρας περιόδου εἴναι ἀπήμονα, χἂν ἀεὶ τοῦτο δύνηται ποιεῖν, ἀεὶ ἀβλαβὴ εἶναι. ὅταν δὲ ἀδυνατήσασα ἐπισπέσθαι μὴ ἴδη, καὶ τινὶ συντυχίαι χρησαμένη λήθης τε καὶ κακίας πλησθεῖσα βαρυνθῇ, βαρυνθεῖσα δὲ πτερορροήσηι τε καὶ ἐπὶ τὴν γῆν πέσῃ, τότε νόμος ταύτην μὴ φυτεύσσαι εἰς μηδεμίαν θήρειον φύσιν ἐν τῇ πρώτῃι γενέσει, ἀλλὰ τὴν μὲν πλεῖστα ἰδοῦσαν εἰς γονὴν ἀνδρὸς γενησομένου φιλοσόφου ἢ φιλοκάλου ἢ μουσικοῦ τινος καὶ ἐρωτικοῦ, τὴν δὲ δευτέραν