Ancient Greek
2.201.9 to 2.202.8
Empedocles, Testimonia 2.201.9-2.202.8
Unproofread scanNot analysed yet
διὰ τοῦ ἀπίστειν. ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενὸς ἐστὶν ἀπάντων τὰ ὄντα καὶ μάχεσθαι τοῖς φαινομένοις, ὥστε μὴδ᾽ τὴν φωνὴν [scil. γένεσις] ἐκβαλεῖν ἐκ τῆς συνήθειας, ἀλλ᾽ ὅσον εἰς τὰ πράγματα βλάπτονσαν ἀπάτην παρεῖχε ν ἀφελών, αὐθὶς ἀποδοῦναι τοῖς ὀνόμασι τὸ νενομισμένον ἐν τούτοις ‘οἱ δ᾽ —αὐτός’ [fr. 9]. ὁ δ᾽ Κολώτης παραθέμενος οὐ συνέδειν, ὅτι φῶτας μὲν καὶ θήρας καὶ θάμνους καὶ οἰωνούς ὁ Ἐ. οὐκ ἀνῃρκεν, ἀ γέ φησι μιγνυμένων τῶν στοιχείων ἀποτελεῖσθαι, τοὺς δὲ τῇ συγχρίσει ταύτῃ καὶ διακρίσει φύσιν τινὰ [fr. 8, 1] καὶ πῶμον δυσδαίμονα [fr. 9, 4] καὶ θάνατον ἀλοῖτην ἐπικατηγοροῦντας ἢι σφάλονται διδάξας, οὐκ ἀφεῖλετο τὸ χρῆσθαι ταῖς εἰθισμέναις φωναῖς περὶ αὐτῶν. θνητῶν, οὔδε τις οὐλομένου θανάτοιο τελευτή, Θάνατον . . . ἀλοῖτην. μὴ τοῦτο κινεῖν τὸ ἐκφοριζόν ὁ Ἐ. ,ἀλλ᾽ ὡς πρότερον εἴρηται, πραγματικῶς διαφέρεσθαι περὶ τῆς ἐξ οὐκ ὄντων γενέσεως, ἣν φύσιν τινὲς καλοῦσι. ὁλοὶ δὲ μάλιστα διὰ τούτων τῶν ἐπῶν νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι, οὐ δὴ γίγνεσθαι πάρος οὐκ ὄν ἐλπίζουσιν ἢ τι καταθνήσκειν τε καὶ ἐξόλλυσθαι ἀπάντη. ἀλλὰ μόνον μίξις τε διάλλαξις τε μιγέντων ἐστι, φύσις δ᾽ ἐπὶ τοῖς ὀνομάζεσθαι ἀνθρώποισιν. οἱ δ᾽ ὅτε μὲν κατὰ φῶτα μιγέντ᾽ εἰς αἰθέρ᾽ ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων ἢ κατ᾽ οἰωνῶν, τότε μὲν τὸ γενέσθαι· ἐδτε δ᾽ ἀποκρινθῶσι, τὰ δ᾽ αὐ δυσδαίμονα πῶμον· 5 ἢ Θέμις καλέουσι, νόμωι δ᾽ ἐπίφημι καὶ αὐτός. ταῦτα γὰρ τὰ ἔπη μέγα βοῶντός ἐστι τοῖς ὅτι ἔχουσιν ὡς οὐκ ἀναιρεῖ γένεσιν ἀλλὰ τὴν ἐκ μὴ ὄντος οὐδὲ φθορὰν ἀλλὰ τὴν πάντη, τούτεστι τὴν εἰς τὸ μὴ ὂν ἀπολλύουσαν.