Ancient Greek
2.204.4
Empedocles, Testimonia 2.204.4
Unproofread scanNot analysed yet
διπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἐν ἡύξηθη μόνον εἶναι ἐκ πλεόνων, τοτὲ δ’ αὐ διέφυ πλεόν’ ἐξ ἑνὸς εἶναι. δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ’ ἀπόλειψις· τὴν μὲν γὰρ πάντων σύννοδος τίκτει τ’ ὀλέκει τε, 5 ἡ δὲ πάλιν διαφνομένων θρεφθεῖσα διέπτῃ. καὶ ταύτ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει, ἄλλοτε μὲν Φιλότητι συνεργόμεν’ εἰς ἐν ἅπαντα, ἄλλοτε δ’ αὐ διχ’ ἕκαστα φορευμένα Νείκεος ἐχθεῖ. <οὕτως ἦ μὲν ἐν ἐκ πλεόνων μεμάθηκε φύεσθαι> 10 ἡδὲ πάλιν διαφύντος ἑνὸς πλεόν’ ἐκτελέθουσι, σφί μὲν γίγνονται τε καὶ οὐ σρισιν ἐμπεδος αἰών· ἦ δὲ διαλλάσσοντά διαμπερὲς οὐδαμὰ λήγει,