Ancient Greek
2.231.4
Empedocles, Testimonia 2.231.4
Unproofread scanNot analysed yet
σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἰκέσθαι. 10 πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νόματος αἴσαν. 111 [424—428 K. ,24—32 St.] 1—9 LAERT. Diog. VIII 59 [A 1 S. 157, 19] 3—5 CLEM. Strom. VI 30 p. 754 Pott. ’Ε. τε δ’ Ἀρχαγόρας κωλυσάνεμας ἐπεκλήθη . . . διὸ καὶ αὐτὸς ἐν τοῖς ἔπεσι γράφει· παύσεις —ἐπάξεις’ φάρμαχα δ’ ὅσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ πεύση, ἐπεὶ μόνῳ σοι ἐγὼ κρανέω τάδε πάντα. παύσεις δ’ ἀκαμάτων ἀνέμων μένος οἱ τ’ ἐπὶ γαῖαν ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἀρούρας· 5 καὶ πάλιν, ἣν ἐθέλησθα, παλίντιτα πνεύματ(α) ἐπάξεις· θήσεις δ’ ἐξ ὀμβροιο κελαινοῦ καίριον αὐχμόν ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου ρέυματα δενδρεόθρεπτα, τὰ τ’ αἰθέρι ναιήσονται, ἄξεις δ’ ἐξ ’Αἴδου καταφθιμένου μένος ἀνδρός.