Ancient Greek
2.233.1.30 to 2.233.1.60
Empedocles, Testimonia 2.233.1.30-60
Unproofread scanNot analysed yet
διὰ τὴν τοιαύτην οὖν τοῦ ὀλεθρίου Νείχους διακόσμησιν τοῦδε τοῦ μεμερισμένου κόσμου πάντων ἐμψύχων ὁ Ἐμπεδοκλῆς τοὺς ἑαυτοῦ μαθητὰς ἀπέχεσθαι παρακαλεῖ· εἶναι γὰρ φησι τὰ σώματα τῶν ζῴων τὰ ἐσθιόμενα ψυχῶν κεκολασμένων οἰκητήρια. καὶ ἐγκρατεῖς εἶναι τοὺς τῶν τοιούτων λόγων ἀκροωμένους τῆς πρὸς γυναῖκα ὁμιλίας διδάσκει, ἵνα μὴ συνεργάζωνται καὶ συνεπιλαμβάνωνται τῶν ἔργων, ὧν δημιουργεῖ τὸ Νεῖκος τὸ τῆς Φιλίας ἔργον λῶν ἀεὶ καὶ διασπῶν· τοῦτον εἶναι φησὶν ὁ Ἐμπεδοκλῆς νόμον μέγιστον τῆς τοῦ παντὸς διοικήσεως λέγων ὡδέ πως· ᾿ἔστιν —ὁχοοις᾽ (1. 2), ἀνάγκην καλῶν τὴν ἐξ ἑνὸς εἰς πολλὰ κατὰ τὸ Νεῖκος καὶ ἐκ πολλῶν εἰς ἓν κατὰ τὴν Φιλίαν μεταβολήν. θεοὺς δέ, ὡς ἔφη, τέσσαρας μὲν θνητούς, πῦρ ὕδωρ γῆν ἄερα, δύο δὲ ἀθανάτους, ἀγεννήτους, πολεμίους ἑαυτοῖς διὰ παντός, τὸ Νεῖκος καὶ τὴν Φιλίαν. 1. 3. 5. 6. 13 PLUT. de exil. 17 p. 607C ὁ δ᾽ Ἐ. ἐν ἀρχῇ τῆς φιλοσοφίας προαναφώνησας ᾿ἔστιν —ἀλήτης᾽ οὐχ ᾿ἑαυτόν, ἀλλ᾽ ἀφ᾽ ἑαυτοῦ πάντας ἀποδείκνυσι μετανᾶσθαι ἐνταῦθα καὶ ξένους καὶ φονᾶδας ἥμας ὄντας . . . φεύγει [sc. ἡ ψυχή] καὶ πλανᾶται θείοις ἐλαννομένη δόγμασι καὶ νόμοις. 13. 14 PLOTIN. Enn. IV 8, 1 [daraus Aeneas Gaz. Theophr. p. 5 und 7 ed. Paris 1896] Ἐ. τε εἰπὼν ἀμαρτανούσας νόμον εἶναι ταῖς ψυχαῖς πεσεῖν ἐνταῦθα καὶ αὐτὸς ᾿φυγὰς θεοθὲν᾽ γενόμενος ἥκειν πίσυνος μαινομένωι Νείχει τοσοῦτον παρεγύμνου ὅσον καὶ Πυθαγόρας οἴμαι καὶ οἱ ἀπ᾽ ἐκείνου ἡνίττοντο περὶ τε τούτων περὶ τε πολλῶν ἄλλων. PLATONS Imitation A 99 S. 181, 41