Ancient Greek
2.243.9
Empedocles, Testimonia 2.243.9
Unproofread scanNot analysed yet
154 [0] PLUT. de esu carn. I 2 p. 993 C (vielleicht aus Poseidonios vgl. Schmekel Mittelstoa 288⁴) ἢ τοὺς μὲν πρώτους ἐκείνους ἐπιχειρήσαι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι πᾶς εἶναι [πᾶσαν καὶ die Handschr.] τὴν ἀπορίαν· οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες οὐδ’ ἐν περιουσίαι τῶν [τινὶ die Handschr.] ἀναγκαίων ὑβρίσαντες εἰς ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτ’ ἦλθον, ἀλλ’ ἐλποῖεν ἂν αἰσθήσιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες· ὦ μακάριοι καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς, οἷον βίον λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἀφθονον, ὅσα φύεται ὑμῖν, ὅσα τρυγᾶται, ὅσον πλοῦτον ἐκ πεδίων, ὅσα ἀπὸ φυτῶν ἡδονὰς δέπεσθαι πάρεστιν. ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μαινομένοις. ἡμᾶς δὲ σνθρωπώτατον καὶ φοβερώτατον ἐδέξατο βίον καὶ χρόνον μέρος, εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ἀπὸ τῆς πρώτης γενέσεως ἀπορίαν· ἔτι μὲν οὐρανὸν ἐκρυπτεν ἀὴρ καὶ ἄστρα θολερῶι καὶ δυσδιαστατοῦντι πεφυμμένα ὑγρῶι καὶ πυρὶ καὶ ζάλαις ἀνέμων, οὕτω δ’ ἥλιος ἰδρυτο ἀπλανὴ καὶ βέβαιον ἔχων δρόμον, ἧω καὶ δύσιν ἐκρίνεν, περὶ δ(ὲ) ἤγαγεν αὐθὶς ὀπίσσω