Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_EPARCHIDES
EPARCHIDES, Fragmentum 1
Not analysed yet
Ἐπαρχίδης Εὐριπίδην φησὶ, τὸν ποιητὴν, ἐπιδημῆσαι τῇ Ἰκάρῳ, καὶ, γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγροὺς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας, καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων, ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα· Ὠ, τὸν ἀγήραντον πόλον αἰθέρος, ἥλιε, τέμνων, ἆρ ̓ εἶδες τοιόνδ ̓ ὄμματι πρόσθε πάθος; μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους ἐν ταὐτῷ φέγγει μοιριδίῳ φθιμένους.