Ancient Greek
1
Ephippus Comic., Fragmenta 1
Unproofread scanNot analysed yet
παρ' Ἀλεξάνδρου δ' ἐκ Θετταλίας κολλικοφάγου κριθανὸς ἄρτων. HP. οὐχ οἶσθά μ’ ὄντα πρὸς θεῶν Τιρύνθιον Ἄργειον, οὐ μεθύνοντες ἀεὶ τὰς μάχας πάσας μάχονται; B. τοιγαροῦν φεύγουσ’ ἀεί. Scripta est fabula Ol. 111, 2 vel 3, eo tempore quo Gallorum legatis in Macedoniam missis illius gentis nomen primum ad Graecorum aures pervenerat. Mein. I 351. 2. cf. fr. 5. Strab. 7, 301. 2 φησὶ δὲ Πτολεμαῖος ὁ Λάγου κατὰ ταύτην τὴν στρατείαν (τὴν ἐπὶ Θράκας τοὺς ὑπὲρ τοῦ Αἴμου, Ol. 111, 2 Clinton) συμμίξαι τῷ Ἀλεξάνδρῳ Κελτοὺς τοὺς περὶ τὸν Ἀδρίαν φιλίας καὶ ξενίας χάριν· δεξάμενον δὲ αὐτοὺς φιλοφρόνως τὸν βασιλέα ἐρέσθαι παρὰ πότον, τί μάλιστα εἴη ὃ φοβοῖντο, νομίζοντα ‘αὐτόν’ ἔρειν· αὐτοὺς δ’ ἀποκρίνασθαι, ὅτι οὐδένα (οὐδέν), πλὴν εἰ ἄρα μὴ ὁ οὐρανὸς αὐτοῖς ἐπιπέσοι· φιλίαν γε μὴν ἀνδρὸς τοιούτου περὶ παντὸς τίθεσθαι. Geryonis nomine Alexandrum regem significari (?)coniecit Droysenus.