Ancient Greek
13
Ephippus Comic., Fragmenta 13
Unproofread scanNot analysed yet
καὶ μετὰ δεῖπνον κόκκος ἐρέβινθος . . . . . κύαμος, χόνδρος, τυρός, μέλι, σήσαμιδες, βράχος, βρυγμός, ἐπεὶτ' ἀναστὰς εὐστοχος νεανίας τῶν ἐξ Ἀκαδημείας τις ὑπὸ Πλάτωνα καὶ πληγεὶς ἀνάγκη, ληψιλογομισθῶ τέχνη συνών τις, οὐκ ἀσκέπτα δυνάμενος λέγειν, εὖ μὲν μαχαίρα ξυστ' ἔχων τριχῶματα, εὖ δ' ὑποκαθιείς ἄτομα πώγωνος βάθη, εὖ δ' ἐν πεδίλῳ πόδα τιθεὶς ὑπὸ ξυρόν, κνήμης ἱμάντων ἰσομέτροις ἐλίγμασιν, ὀγκῷ τε χλανίδος εὖ τεθωρακισμένος, σχῆμ' ἀξιόχρεων ἐπικαθεὶς βακτηρίᾳ, ἀλλότριον, οὐχ οἴχειον, ὡς ἐμοὶ δοκεῖ, ἔλεξεν ἄνδρες τῆς Ἀθηναίων χθονός'. Athenaeus 11, 509 c "Ἐριππος ἐν Ναυαγῷ (ναναγω Α) Πλάτωνα τε αὐτὸν καὶ τῶν γνωρίμων τινὰς κεκαωσώθηκεν ὡς καὶ ἐπ' ἀργυρίῳ συκοφαντοῦντας, ἐμφαίνων ὅτι καὶ πολυτελῶς ἠσκοῦντο καὶ