Ancient Greek · ~2 min
Page 224
Ephraem Syrus Theol., De abstinendo a cupiditatibus carnalibus, et de certamine ac de multa securitate, ad fratrem qui excidit 224
Not analysed yet
Περὶ τοῦ ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, καὶ περὶ ἀγῶνος καὶ ἀσφαλείας πολλῆς Πρὸς ἀδελφὸν ἐκπεσόντα Οἱ ἐν τοῖς ἰατρείοις θεραπευόμενοι οὐκ ἐπιχαίρονται ταῖς ἀλλήλων συμφοραῖς, οὐδὲ ἐξουθενεῖ ἕκαστος τὸν πλησίον διὰ τὴν νόσον, ἀλλὰ σπουδάζει ἕκαστος μὲν ἀπαλλαγῆναι τοῦ πάθους, καὶ τῆς συνειλημμένης αὐτῷ ὀδύνης ἐλευθερωθῆναι, τῷ δὲ πλησίον χεῖρα ὀρέγει κατὰ τὸ δυνατὸν πρὸς τὸ εὐμαρῶς φέρειν τὰς ἀλγηδόνας τῶν πόνων. Δέον οὖν καὶ ἡμᾶς παρακαλεῖν εἷς τὸν ἕνα, καὶ νουθετεῖν, μάλιστα δὲ ἐν καιρῷ πειρασμῶν, ἵν' ὄντως λυτρωθῶμεν τῆς πικρᾶς δουλείας τῆς ἁμαρτίας, καὶ τῆς τυραννίδος τοῦ Διαβόλου, καὶ τὰ πεπυρω-