Ancient Greek · ~3 min
Page 225
Ephraem Syrus Theol., De abstinendo a cupiditatibus carnalibus, et de certamine ac de multa securitate, ad fratrem qui excidit 225
Not analysed yet
μένα αὐτοῦ βέλη σβέσαι, πρὶν ἡμᾶς διαδέξεται τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον· καὶ τότε κλαύσομεν κλαυθμῷ ἐν ὀδύνῃ καρδίας ἡμῶν, καὶ οὐκ ἔσται ὁ παρακαλῶν. Πρῶτον μὲν οὖν συγγνώμην αἰτῶ καὶ ἱλασμὸν [γενέσθαι] τῶν ἐμῶν ἁμαρτιῶν· ἔπειτα δὲ ἄρχομαι ἀγαπητικὴν συμβουλὴν ποιεῖσθαι πρὸς σέ, τῆς ἁγίας Γραφῆς λεγούσης· ἔλεγξον σοφόν, καὶ ἀγαπήσει σε· ἄσοφον δέ, καὶ μισήσει σε· καί, δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Θαυμάζω πῶς μετὰ τοσαύτας παραινέσεις σεαυτοῦ ἠμέλησας, καὶ τὰς πρὸς Θεὸν συνθήκας ἐπάτησας. Φόβον πρόσκαιρον εὐλαβηθείς, σεαυτὸν ἐπὶ τὸ ξίφος ὤθησας. Τίς οὕτως ἱκανὸς ἐν κατανύξει ἐπαξίως κλαῦσαι τοῦτον τὸν ἀφανισμόν; Ἐπικίνδυνος ἡ ἐνθύμησις, καὶ τὸ λέγειν αἰσχρόν. Τίς οὕτως ἱκανὸς ἐν πίστει καὶ γνώσει ἐξειπεῖν τὰς ἡτοιμασμένας κολάσεις τῶν δελεαζομένων ἐν τῇ νόσῳ τῆς φθορᾶς ταύτης, καὶ ἀτίμου ἐργασίας, καὶ ἐσχάτου δυσωδίας; Ποία ἀπολο-