Ancient Greek · ~2 min
Page 230
Ephraem Syrus Theol., De abstinendo a cupiditatibus carnalibus, et de certamine ac de multa securitate, ad fratrem qui excidit 230
Not analysed yet
ἑνώσας ἑαυτῷ σάρκα κατηξίωσεν ἐμφανῶς βαδίσαι ἐπὶ τῆς γῆς, καὶ διὰ τοῦ εὐλογημένου καὶ ἁγίου αὐτοῦ βήματος ἁγιάσαι τὴν γῆν· ἐπεὶ ἡγούμην ἂν καὶ αὐτὴν τὴν γῆν μολύναι ἀπὸ πλήθους τῶν ἀνομιῶν μου. Ἐντολὴν δὲ ἔχομεν νουθετεῖν καὶ παρακαλεῖν εἷς τὸν ἕνα ἐν λόγῳ ἀληθείας. Μὴ οὖν ἀντικατάξωμεν τὴν ζωὴν εἰς θάνατον, μηδὲ τὰ ἄφθαρτα ἐν τοῖς φθειρομένοις, μήποτε φανῶμεν ἀλόγων ζῴων ἀλογώτεροι. Ἀλλ' ὡς λογικοὶ τῆς φωνῆς τοῦ πλάσαντος ἡμᾶς Θεοῦ ἀκούσωμεν λέγοντος· ἅγιοι ἔσεσθε, διότι ἐγὼ ἅγιός εἰμι. Ἔτι γὰρ μικρὸν ὅσον καὶ ἔρχεται τὸ πρόσταγμα τὸ φοβερὸν ψυχὴν λαβεῖν τοῦ σώματος.