Ancient Greek · ~3 min
Page 229
Ephraem Syrus Theol., De abstinendo a cupiditatibus carnalibus, et de certamine ac de multa securitate, ad fratrem qui excidit 229
Not analysed yet
ἁμαρτίαν ἀνταγωνιζόμενοι· οὔπω ὑπὲρ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἤχθημεν ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς. Τολμῶ λέγειν ὅτι δεδικαίωται Σόδομα ἐξ ἡμῶν. Οὔπω ἐπὶ βήματος δικαστοῦ προήχθημεν καὶ ὑπεμείναμεν τὰς βασάνους δι' εὐσέβειαν· οὔπω ἐθεασάμεθα κάμινον λαύρῳ πυρὶ ὑποκαιομένην· οὔπω ἐθεασάμεθα τήγανα ὑποκαιόμενα, ὀβελίσκους ὀξεῖς πεπυρωμένους, καὶ λέβητας κηροῦ καὶ πίσσης ἀναβράζοντας· οὔπω θηρίοις παρεβλήθημεν ὑπὲρ εὐσεβείας καὶ ὑπεμείναμεν· οὔπω ἥψατο ἡμῶν χεὶρ δημίων, ὧν τὸ βλέμμα κατακάμπτει καρδίαν τοῦ προκειμένου· οὔπω ἐθεασάμεθα ξίφη ἠκονημένα ἡμῖν ἐπιφερόμενα, καὶ δεδοίκαμεν. Οὐχὶ ταῦτα πάντα ὑπέμειναν οἱ τοῦ Χριστοῦ μάρτυρες; Ἀλλὰ φοβῇ, ὅτι ἡγούμενος τυγχάνει; Γίνωσκε ὅτι μείζονι ἄρχοντι ὑπόκειται, ὃς ἐξετάσει ἑκάστου τὰ ἔργα, καὶ τὰς βουλὰς ἐρευνήσει. Ταῦτα δὲ φημὶ οὐχ ὡς κρίνων, μὴ γένοιτο, ἀλλὰ συμπάσχων ὡς συστρατιώτης· γέγραπται γάρ· πολλὰ γὰρ πταίομεν ἅπαντες. Εἰ μὴ γάρ, ὅτι ὁ Θεὸς πλάσας ἡμᾶς καὶ