Ancient Greek
Edition urn:cts:greekLit:tlg4138.tlg121.local001
Ephraem Syrus Theol., De festis diebus 001
Not analysed yet
Περὶ ἑορτῶν Μόνον μὴ παντελῶς ἄκαρπος εὑρεθῇς· ἀλλὰ καθ' ἑκάστην ἡμέραν εἰς ἐκεῖνα τὰ αἰώνια ἀγαθὰ ἀποβλέποντες καὶ τὴν ἡμέραν ἐννοοῦντες τὴν φοβεράν, πόθῳ τῶν ἀγαθῶν καὶ φόβῳ τῶν κολάσεων ἐκ πάσης ὁδοῦ πονηρᾶς τοὺς πόδας ἡμῶν κωλύσωμεν, καθὼς γέγραπται· καὶ μετὰ φόβου καὶ τρόμου τὴν σωτηρίαν ἡμῶν κατεργασώμεθα· τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. Τῆς ἐκκλησίας μὴ ἀπολιμπάνεσθε ἐς ἑσπέραν καὶ πρωῒ καὶ μεσημβρίαν, ἄνδρες τε καὶ γυναῖκες, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, πρεσβῦται καὶ νέοι. Ἐν τῇ θείᾳ λειτουργίᾳ συντρέχετε σπουδαίως, προσφέροντες τῷ Κυρίῳ ἐκ τῶν πόνων τῶν χειρῶν ὑμῶν εἰς εὐλογίαν τοῦ οἴκου καὶ πάντων τῶν ἐν τῷ οἴκῳ, καὶ στήκετε ἐν πολλῷ φόβῳ καὶ τρόμῳ μηδενὶ συντυγχάνοντες, ἀλλ' ὡς Ἄγγελοι ἐν τοῖς οὐρανοῖς δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, δακρύοντες, στενάζοντες, ἱκετεύοντες, παρακαλοῦντες ἐξ ὅλης καρδίας, καὶ δεόμενοι, ἵνα μή τις ἀνάξιος εὑρεθῇ τῆς ὑποδοχῆς τῶν θείων μυστηρίων· ἀλλά, καθὼς λέγει ἀπόστολος Παῦλος, δοκιμαζέτω ἕκαστος ἑαυτόν, ἵνα μὴ εἰς κρῖμα ἑαυτῷ γένηται, καὶ εἰς προσθήκην ἁμαρτίας. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει, ὡς γέγραπται. Ὁ οὐρανὸς γὰρ καὶ ἡ γῆ καὶ ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς τρέμουσι καὶ ὑποχωροῦσι, καὶ σὺ ἀναιδῶς προσέρχῃ; Οἱ καθαροὶ Ἄγγελοι μετὰ τρόμου λειτουργοῦσι, καὶ πρόσωπα καλύπτοντες οὐ τολμῶσιν ἀνανεῦσαι, καὶ σὺ ἀκάθαρτος ὢν καὶ ἀμετανόητος ἀναισχυντεῖς, καὶ οὐ φρίττεις; Ἀνθρώπους μὲν πείθεις, ἀλλὰ τί πρὸς τὸν ἐτάζοντα τὰς καρδίας ἐρεῖς; Ὑποχώρησον οὖν, ἀδελφέ, καὶ κλαῦσον, καὶ ἀπόπλυνόν σου τὸ σκεῦος, ὃ κατερρύπωσας τῇ ἁμαρτίᾳ, καὶ σύνθου μηκέτι ἁμαρτάνειν, καὶ ἰαθήσῃ. Ὁ Θεὸς γὰρ Θεός ἐστι τῶν μετανοούντων. Τὰς τῶν Ἁγίων ἐπιτελοῦντες μνήμας, μνημονεύετε καὶ τῶν ἐν ἀδυναμίᾳ· χηρῶν, ὀρφανῶν, ξένων, πτωχῶν, ἀναπήρων, χωλῶν, τυφλῶν, καθὼς ὁ Κύριος ἡμῶν ἐνετείλατο· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Ἑορτὴ καλὴ καὶ θεάρεστος μετάνοια μετὰ δακρύων. Ἑορτή, ἔνθα ὁ Κύριος συνεόρτασε. Θεὸς ὢν ἐπτώχευσε. Τὰς ἑορτὰς τοῦ Κυρίου τιμᾶτε. Σπουδαίως συντρέχετε ἑορτάζοντες μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ' ὑπερκοσμίως· μὴ ἐθνικῶς, ἀλλὰ χριστιανικῶς. Μὴ πρόθυρα στεφανώσωμεν· μὴ χοροὺς συστησώμεθα· μὴ ἀγορὰς κοσμήσωμεν· μή τι αὐλοῖς καὶ κιθάραις τὴν ἀκοὴν ἐκθηλύνωμεν· μὴ ἱμάτια μαλακὰ περιβαλώμεθα· μὴ χρυσοῦ περιλάμψεσιν. Ὡς ὁ Δεσπότης ἐνετείλατο, ὅλως μὴ ἔχειν χαλκὸν εἰς τὰς ζώνας. Μὴ κώμοις καὶ μέθαις. Μὴ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Μὴ ζημιωθῇς τὴν ἁγίαν λειτουργίαν διὰ τὴν ἀπλήρωτον κοιλίαν ἐν τῷ μαγειρείῳ ἀσχολούμενος· οὐ γὰρ οἶδας, εἰ ἀξιωθῇς ἰδεῖν ἄλλην λειτουργίαν. Ἀλλὰ ταῦτα παρῶμεν ἐκείνοις, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα.