Ancient Greek
Edition urn:cts:greekLit:tlg4138.tlg038.local001
Ephraem Syrus Theol., De statu spirituali 001
Not analysed yet
Περὶ καταστάσεως πνευματικῆς Ἐν μὲν τῇ πλατείᾳ ὁδῷ ἔστι ταῦτα· κακοφροσύνη, περισπασμοί, γαστριμαργία, μέθη, ἀσωτία, ἀσέλγεια, ἔρις, θυμός, φυσίωσις, ἀκαταστασία καὶ τὰ ὅμοια τούτοις, οἷς ἐξακολουθεῖ ἀπιστία, ἀπείθεια, ἀνυποταγή· ἔσχατον δὲ πάντων τῶν κακῶν ἡ ἀπόγνωσις· καὶ ὁ ἐν τούτοις ἀναστρεφόμενος πεπλάνηται ἀπὸ τῆς ὁδοῦ τῆς ἀληθείας, πρόξενος ἑαυτῷ γενόμενος τῆς ἰδίας ἀπωλείας. Ἐν δὲ τῇ στενῇ καὶ τεθλιμμένῃ ὁδῷ ἔστι ταῦτα· ἡσυχία, ἐγκράτεια, σωφροσύνη, ἀγάπη, ὑπομονή, χαρά, εἰρήνη, ταπεινοφροσύνη καὶ τὰ ὅμοια τούτοις, οἷς ἐξακολουθεῖ ἡ αἰώνιος ζωή.