Ancient Greek
Edition urn:cts:greekLit:tlg4138.tlg107.local001
Ephraem Syrus Theol., Diuisio affectionum 001
Not analysed yet
Διαίρεσις τῶν παθῶν Τὰ μέν ἐστι σωματικά, τὰ δὲ ψυχικά. Καὶ σωματικὰ μὲν λέγομεν γαστριμαργίαν, πορνείαν, μέθην, ἀσέλγειαν· ψυχικὰ δὲ μῖσος πρὸς τὸν πλησίον, φθόνον, ἔριν, κενοδοξίαν, ὑπερηφανίαν· ταῦτα δὲ ἐνεργοῦσιν εἰς τὴν ἡμετέραν ψυχήν, ἀπούσης ἀγάπης καὶ ἐγκρατείας· παρούσης γὰρ ἀγάπης καὶ ἐγκρατείας, ταῦτα πάντα ἐξαφανίζονται· τὰ μὲν ὑπὸ ἀγάπης πνευματικῆς, τὰ δὲ ὑπὸ νηστείας καὶ ἐγκρατείας. Τότε γὰρ ὁ νοῦς, καὶ τὸ οἰκεῖον φῶς ἀπολαμβάνει, καὶ τὸν Θεὸν ἀπαρεμποδίστως ὁρᾷ.