Ancient Greek
Edition urn:cts:greekLit:tlg4138.tlg065.local001
Ephraem Syrus Theol., Duo erunt in agro 001
Not analysed yet
Τῷ δύο ἔσονται ἐν ἀγρῷ Ἤκουσας ὅτι δύο ἔσονται ἐν τῷ ἀγρῷ, ὁ εἷς παραλαμβάνεται καὶ ὁ ἕτερος ἀφίεται· δύο ἀλήθουσαι ἐν τῷ μυλῶνι, ἡ μία παραλαμβάνεται καὶ μία ἀφίεται· καὶ δύο ἐπὶ τοῦ δώματος, καὶ τὰ ἑξῆς. Καὶ οἱ μὲν ἐπὶ τοῦ δώματός εἰσιν οἱ ἐν ὕψει ὄντες κριταὶ καὶ ἡγούμενοι καὶ βασιλεῖς καὶ δυνάσται. Ἔστι γὰρ κριτὴς δίκαιος καὶ ἔστιν ἄδικος. Ὁ μὲν δίκαιος παραλαμβάνεται ἀπὸ τοῦ πυρός, ὁ δὲ ἄδικος ἀφίεται. Οἱ δὲ ἐν τῷ ἀγρῷ, τῷ κόσμῳ τούτῳ δηλαδή, εἰσὶν οἱ ἄγροικοι καὶ ἰδιῶται καὶ ἐλάχιστοι γένει καὶ πλούτῳ. Ἔνδοξοι καὶ ἄδοξοι. Οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι. Καὶ οἱ μὲν δίκαιοι παραλαμβάνονται, οἱ δὲ ἄδικοι ἀφίενται ἐν τῷ πυρί. Αἱ δὲ ἀλήθουσαι εἰσὶ τὸ πλῆθος τῶν γυναικῶν, ἐν μέρει δὲ καὶ αἱ ψυχαὶ αἱ δουλικὸν λαβοῦσαι ζυγὸν καὶ ἐν ἀσθενείᾳ τὴν ζωὴν τελέσασαι. Εἰσὶ γὰρ γυναῖκες δίκαιαι καὶ εἰσὶν ἄδικοι· εἰσὶ δοῦλοι δίκαιοι καὶ εἰσὶν ἄδικοι· εἰσὶν ἀσθενεῖς δίκαιοι, ὡς ὁ Ἰὼβ καὶ ὁ Λάζαρος, καὶ εἰσὶν ἄδικοι, ὡς ὁ Κάϊν καὶ ὁ Γιεζί. Ὅθεν φησί, δύο ἔσονται ἐπὶ κλίνης, τὴν ἀσθένειαν αὐτῶν ἀπεμφαίνων· οἱ δίκαιοι παραλαμβάνονται καὶ οἱ ἄδικοι ἀφίενται. Πῶς δὲ παραλαμβάνονται οἱ δίκαιοι, λεγέτω Παῦλος· οἱ ζῶντες ἐν Κυρίῳ, ἐν νεφέλαις ἁρπαγήσονται εἰς ἀέρα, καὶ πάντοτε σὺν Κυρίῳ ἔσονται. Πῶς ἀφίενται οἱ ἄδικοι; Συνάξουσιν οἱ Ἄγγελοι τοὺς μὲν ἐκλεκτοὺς ἐκ τῶν τεσσάρων ἀνέμων, τοὺς δὲ ἀσεβεῖς κατακαύσουσι πυρὶ ἀσβέστῳ. Μὴ οὖν ὑπολάβῃς ξύλοις ἄσβεστον ἔσεσθαι τὸ πῦρ τῆς κολάσεως, μηδὲ τοὺς ὑποκαίοντας δημίους τινάς, ὡς οἱ λῆροι τῶν πολλῶν νομίζουσιν· ἀλλ' ἀπόβλεψον πρὸς Σόδομα καὶ ἴδε κάμινον δίχα ξύλων· ἐννόησον τῆς γυναικὸς τὴν ἀπολίθωσιν καὶ θαύμασον τοῦ πυρὸς τὴν ἀπειλήν· ἅμα γὰρ ἦν ὅ τε Λὼτ καὶ ἡ γυνὴ καὶ αἱ δύο θυγατέρες· καὶ οὔτε Λὼτ ἐπυρπολήθη σὺν ταῖς θυγατράσιν αὐτοῦ, οὔτε ἡ γυνὴ διέδρα τοῦ πυρὸς τὴν ἀπειλήν, ἀλλ' ἕκαστον ἡ δίκη οἰκείῳ κλήρῳ ἀπέδωκεν. Οὕτω καὶ ἐπὶ τῆς κρίσεως· οἱ μὲν δίκαιοι παραλαμβάνονται, ὡς ὁ Λώτ, οἱ δὲ ἄδικοι ἀφίενται, ὡς ἡ γυνὴ αὐτοῦ.