Ancient Greek
Page 363
Ephraem Syrus Theol., Paraenesis de patientia et animae compunctione 363
Not analysed yet
Παραίνεσις περὶ ὑπομονῆς καὶ κατανύξεως ψυχῆς Ἀγαπητοί, γενώμεθα ὡς γενναῖοι στρατιῶται ὑπὲρ τοῦ βασιλέως ἡμῶν ἑτοίμως ἀποθνῄσκοντες. Ὅτε γὰρ ἐν κόσμῳ ὑπήρχομεν, ὅτε ἐν βιωτικοῖς ἀνεστρεφόμεθα πράγμασι, ταῦτα οὐκ ἐπάσχομεν, οὐδὲ τοιαύτας θλίψεις ὑφιστάμεθα. Ἀλλὰ νῦν, ὅτε προσήλθομεν τῷ Κυρίῳ εὐαρεστῆσαι, θερμῶς τοιαῦται ἐπαναστάσεις καὶ πειρασμοὶ καθ' ἡμῶν ἐγείρονται καὶ θλίψεις ὑπὸ τοῦ Πονηροῦ. Ὁρᾷς ὅτι διὰ τὸν Κύριον ταῦτα πάσχομεν; Φθονοῦντος γὰρ ἡμῖν τοῦ Πονηροῦ, καὶ πειράζοντος διαστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς ζωῆς, εἰς χαύνωσιν καὶ ὀλιγωρίαν ἄγει, ἵνα μὴ εὐαρεστήσαντες σωθῶμεν. Ὅσον τοίνυν καθ' ἡμῶν ὁ Πονηρὸς ἐπεγείρεται, ἡμεῖς ἐὰν εὑρεθῶμεν ἐν ὑπομονῇ καὶ ἀνδρείᾳ γενναῖοι καὶ πρόθυμοι, ἑτοίμως ἔχοντες μέχρι θανά-