Ancient Greek
Edition urn:cts:greekLit:tlg4138.tlg104.local001
Ephraem Syrus Theol., Septem sunt occupationes monachi 001
Not analysed yet
Ἑπτά εἰσιν αἱ ἐργασίαι τοῦ μοναχοῦ Πρώτη ἡσυχία, ἀπερίσπαστον διαγωγὴν ἔχουσα, ἀπέχουσαν πάσης μερίμνης βιωτικῆς, ἵνα δυνηθῇ ἐκ τοῦ μακρυσμοῦ τῶν ἀνθρώπων προσκολληθῆναι τῷ Θεῷ. βʹ, νηστεία σύμμετρος, ἤγουν τὸ ἅπαξ ἐσθίειν καθ' ἡμέραν, καὶ μὴ κορέννυσθαι, ἐξ εὐτελῶν τροφῶν. γʹ, ἀγρυπνία σύμμετρος, ἤγουν τὸ ἥμισυ τῆς νυκτὸς εἰς ψαλμῳδίαν καὶ στεναγμοὺς καὶ δάκρυα δαπανᾶν. δʹ, ψαλμῳδία, ἤγουν προσευχὴ σωματικὴ διὰ ψαλμοὺς καὶ γονάτων κλίσιν. εʹ, προσευχὴ πνευματική, ἡ διὰ τοῦ νοὸς γινομένη, ἀπέχουσα πᾶσαν ἔννοιαν. ϛʹ, ἀνάγνωσις ἔν τε βίοις τῶν ἁγίων Πατέρων καὶ λόγοις αὐτῶν· μηδόλως περὶ δογμάτων ξένων ἢ ἄλλων τινῶν ἀκούειν· ἵνα διὰ τῶν λόγων τῶν Πατέρων νικήσῃ τὰ πάθη. ζʹ, ἐρώτησις ἐμπείρων περὶ παντὸς λόγου καὶ ἐγχειρημάτων, ἵνα μὴ ἐξ ἀπειρίας καὶ αὐταρκείας ἄλλα ἀντ' ἄλλων νοῶν καὶ ποιῶν ἀπόληται.