Ancient Greek
Edition urn:cts:greekLit:tlg4138.tlg018.local001
Ephraem Syrus Theol., Sermo heptasyllabus 001
Not analysed yet
Λόγος ἑπτασύλλαβος Εἰδότες οὖν, ἀδελφοί, τὴν ἀσθένειαν αὐτοῦ, ἑαυτοῖς προσέχωμεν, ζηλοῦντες τοὺς πατέρας. Εἰ τὴν ὁδὸν βαδίσωμεν, ἣν αὐτοὶ ἐβάδισαν, εὑρήσομεν ἐν αὐτῇ τὸν Κύριον Ἰησοῦν, ὁδηγὸν καὶ συνεργὸν ἡμῶν γεγενημένον. Ὅταν ἴδῃ ὁ Ἐχθρὸς Χριστὸν ὄντα μεθ' ἡμῶν, τὸ φῶς τὸ ἀληθινόν, οὐ τολμᾷ ἀντιβλέψαι τὸ σύνολον εἰς ἡμᾶς. Τὸ γὰρ φῶς τὸ ἐν ἡμῖν τυφλοῖ ὀφθαλμοὺς αὐτοῦ. Καθὼς οὖν καὶ προεῖπον, φιλόχριστοι ἀδελφοί, σπουδάσωμεν ἑαυτῶν τὰς καρδίας καθάραι, ὥστε ἐπισπάσασθαι εἰς ἡμῶν βοήθειαν τὴν χάριν τοῦ Πνεύματος, καὶ οὐκέτι καθ' ἡμῶν ἰσχύει ὁ Πονηρός. Ἰσχὺν δὲ αὐτῷ δίδομεν οἱ ἄφρονες ἐν τῷ ἡμᾶς μακρύνειν ἑαυτοὺς ἀπὸ Θεοῦ διὰ ἀθετησίας τῶν ἁγίων ἐντολῶν. Λαβὼν δὲ ἡμᾶς γυμνοὺς τῆς χάριτος ὁ Ἐχθρός, ὁδηγεῖ ἡμᾶς αὐτὸς εἰς τὴν ἑαυτοῦ ὁδόν. Παρακαλῶ οὖν ὑμᾶς καὶ δέομαι πάντοτε· φύγωμεν τὸν Πονηρόν· ἀποστῶμεν ἀπ' αὐτοῦ· λύσωμεν καὶ τὰ δεσμὰ ἅπερ ἔδησεν ἡμᾶς τῇ ἡμῶν προαιρέσει. Προσφύγωμεν τῷ Χριστῷ βαστάζοντες τὸν ζυγὸν τὸν χρηστὸν καὶ ἐλαφρὸν τῆς αὐτοῦ εὐσπλαγχνίας, ἵνα περιπατοῦντες ἐν τῇ ἀγαθῇ ὁδῷ τῶν ἐντολῶν τοῦ Χριστοῦ, φθάσωμεν εἰς τὴν πόλιν ἣν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Αὐτῷ πρέπει ἡ τιμὴ καὶ ἡ μεγαλοπρέπεια, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.