Ancient Greek
Edition urn:cts:greekLit:tlg1816.tlg018.local001
Epica Adespota (GDRK), Exercitatio ethopoeiaca (Tab. lignea Caironensis) 001
Not analysed yet
Τί βλοσυροῦ κυανωπὸν ὕδωρ ἐπιβαίνετε [πόν]του
βύσσινα κολπώσαντες ἐφ' ὁλκάσι χίλια λαίφη;
τί πλόον ἐντύνεσθε ταχεῖς ἐπὶ πάτρια τείχη
μηδὲ γέρας νείμαντες ἐς ἀσπίσι πολλὰ καμόντος
εἰς ἀρετήν; ποῖον γὰρ ἀτείρεα μόχθον ἀνύσσας
οὐκ ἔτλην; ποῖον δὲ δι' Ἄρεος ἄνδρα κατά[ντη]
[ο]ὐ νυχ[ίαν] Πλούτωνος ἐς ἄκριτον [ἤ]λασα μοῖραν;